27/04/2024 Ανάστασις του Λαζάρου Το Ευαγγέλιο Κατά Ιωάννην (ια΄ 1-45)
Τῷ καιρῷ ἐκεῖνῳ, ἦν ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι' αὐτῆς. Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. Λέγουσιν αὐτῷ οἱ μαθηταί· ραββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ' ἄγωμεν πρὸς αὐτόν. Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ' αὐτοῦ. Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.
Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε, καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. Ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου. Λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; Λέγει αὐτῷ· ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν. Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. Ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν· τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ.
Λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; Ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω. Καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.
Απόδοση στη νεοελληνική:
Τον καιρό ἐκείνο, ὑπῆρχε κάποιος ἀσθενὴς ὀνομαζόμενος Λάζαρος ἀπὸ τὴν Βηθανίαν, ἀπὸ τὸ χωριὸ τῆς Μαρίας καὶ τῆς ἀδελφῆς της Μάρθας. Αὐτὴ ἦτο ἡ Μαρία ποὺ ἄλειψε τὸν Κύριον μὲ μύρον καὶ ἐσφόγγισε τὰ πόδια του μὲ τὰ μαλλιά της, τῆς ὁποίας ὁ ἀδελφὸς Λάζαρος ἦτο ἀσθενής. Ἔστειλαν λοιπὸν οἱ ἀδελφὲς πρὸς αὐτὸν καὶ τοῦ εἶπαν, «Κύριε, ἐκεῖνος ποὺ ἀγαπᾶς, εἶναι ἀσθενής». Ὅταν ἄκουσε αὐτὸ ὁ Ἰησοῦς, εἶπε, «Αὐτὴ ἡ ἀσθένεια δὲν θὰ καταλήξῃ εἰς θάνατον ἀλλ’ εἶναι χάριν τῆς δόξης τοῦ Θεοῦ, διὰ νὰ δοξασθῇ δι’ αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ». Ὁ Ἰησοῦς ἀγαποῦσε τὴν Μάρθαν καὶ τὴν ἀδελφήν της καὶ τὸν Λάζαρον.
Ὅταν λοιπὸν ἄκουσε ὅτι ἀσθενεῖ, ἔμεινε τότε δύο ἡμέρες εἰς τὸν τόπον ὅπου εὑρίσκετο. Ἔπειτα εἶπε εἰς τοὺς μαθητάς, «Ἂς ἐπιστρέψωμεν εἰς τὴν Ἰουδαίαν». Λέγουν εἰς αὐτὸν οἱ μαθηταί, «Ραββί, πρὸ ὀλίγου οἱ Ἰουδαῖοι ζητοῦσαν νὰ σὲ λιθοβολήσουν καὶ πάλιν πηγαίνεις ἐκεῖ;». Ἀπεκρίθη ὁ Ἰησοῦς, «Δὲν εἶναι δώδεκα οἱ ὧρες τῆς ἡμέρας; Ἐὰν περπατῇ κανεὶς τὴν ἡμέραν, δὲν σκοντάφτει, διότι βλέπει τὸ φῶς τοῦ κόσμου τούτου. Ἐὰν ὅμως περπατῇ τὴν νύχτα, σκοντάφτει, διότι τὸ φῶς δὲν εἶναι μαζί του». Αὐτὰ εἶπε καὶ κατόπιν συνέχισε, «Ὁ Λάζαρος ὁ φίλος μας ἔχει κοιμηθῆ, ἀλλὰ πηγαίνω νὰ τὸν ξυπνήσω». Τοῦ εἶπαν τότε οἱ μαθηταί του, «Κύριε, ἂν ἔχῃ κοιμηθῆ θὰ γίνῃ καλά». Ἀλλ’ ὁ Ἰησοῦς εἶχε μιλήσει διὰ τὸν θάνατόν του, ἐκεῖνοι δὲ ἐνόμισαν ὅτι μιλεῖ διὰ τὸν φυσικὸν ὕπνον. Τότε τοὺς εἶπε ὁ Ἰησοῦς καθαρά, «Ὁ Λάζαρος ἐπέθανε, καὶ χαίρω ποὺ δὲν ἤμουν ἐκεῖ διότι θὰ εἶναι γιὰ τὸ καλό σας γιὰ νὰ πιστέψετε· ἀλλ’ ἂς πᾶμε σ’ αὐτόν». Εἶπε τότε ὁ Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, εἰς τοὺς συμμαθητάς του, «Ἂς πᾶμε καὶ ἐμεῖς διὰ νὰ πεθάνωμε μαζί του». Ὅταν ἦλθε ὁ Ἰησοῦς, τὸν εὑρῆκε ἤδη ἐνταφιασμένον πρὸ τεσσάρων ἡμερῶν.
Ἡ Βηθανία ἦτο πλησίον τῶν Ἱεροσολύμων περὶ τὰ δέκα πέντε στάδια. Καὶ πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους εἶχαν ἔλθει εἰς τὴν Μάρθαν καὶ τὴν Μαρίαν διὰ νὰ τὰς παρηγορήσουν διὰ τὸν ἀδελφόν τους. Μόλις ἄκουσε ἡ Μάρθα ὅτι ἔρχεται ὁ Ἰησοῦς, ἐπῆγε νὰ τὸν προϋπαντήση, ἑνῷ ἡ Μαρία ἐκάθησε εἰς τὸ σπίτι. Εἶπε τότε ἡ Μάρθα εἰς τὸν Ἰησοῦν, «Κύριε, ἐὰν ἤσουνα ἐδῶ, δὲν θὰ πέθαινε ὁ ἀδελφός μου. Ἀλλὰ καὶ τώρα ξέρω ὅτι ὅσα ζητήσῃς ἀπὸ τὸν Θεόν, θὰ σοῦ τὰ δώσῃ ὁ Θεός». Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς, «Ὁ ἀδελφός σου θὰ ἀναστηθῇ». Ἡ Μάρθα τοῦ λέγει, «Ξέρω ὅτι θὰ ἀναστηθῇ κατὰ τὴν ἀνάστασιν, τὴν ἐσχάτην ἡμέραν». Τότε ὁ Ἰησοῦς τῆς εἶπε, «Ἐγὼ εἶμαι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὅποιος πιστεύει σὲ ἐμέ, καὶ ἂν πεθάνῃ, θὰ ζήσῃ, καὶ ὅποιος ζῆ καὶ πιστεύει σ’ ἐμέ, δὲν θὰ πεθάνῃ ποτέ. Τὸ πιστεύεις αὐτό;». Λέγει εἰς αὐτόν, «Ναί, Κύριε, ἐγὼ ἔχω πιστέψει ὅτι σὺ εἶσαι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἐρχόμενος εἰς τὸν κόσμον». Ὅταν εἶπε αὐτά, ἔφυγε καὶ ἐφώναξε τὴν Μαρίαν τὴν ἀδελφήν της καὶ τῆς εἶπε μυστικά, «Ὁ διδάσκαλος εἶναι ἐδῶ καὶ σὲ φωνάζει». Ἐκείνη μόλις τὸ ἄκουσε, σηκώνεται γρήγορα καὶ ἔρχεται σ’ αὐτόν. Ἀλλ’ ὁ Ἰησοῦς δὲν εἶχε ἀκόμη ἔλθει εἰς τὸ χωριό, ἀλλ’ εὑρίσκετο εἰς τόπον ὅπου τὸν προϋπάντησε ἡ Μάρθα.
Οἱ Ἰουδαῖοι, οἱ ὁποῖοι ἦσαν μαζί της εἰς τὸ σπίτι καὶ τὴν παρηγοροῦσαν, ὅταν εἶδαν ὅτι ἡ Μαρία ἐσηκώθηκε γρήγορα καὶ ἐβγῆκε, τὴν ἀκολούθησαν καὶ ἔλεγαν, «Πηγαίνει εἰς τὸ μνημεῖον διὰ νὰ κλάψῃ ἐκεῖ». Ἦλθε λοιπὸν ἡ Μαρία ἐκεῖ ὅπου ἦτο ὁ Ἰησοῦς, καὶ μόλις τὸν εἶδε, ἔπεσε στὰ πόδια του καὶ τοῦ εἶπε, «Κύριε, ἐὰν ἤσουνα ἐδῶ, δὲν θὰ πέθαινε ὁ ἀδελφός μου». Ὅταν ὁ Ἰησοῦς τὴν εἶδε νὰ κλαίῃ καὶ τοὺς Ἰουδαίους ποὺ τὴν συνώδευαν νὰ κλαίουν ἐπίσης, ἀναστέναξε μέσα του καὶ ταράχθηκε καὶ εἶπε, «Ποῦ τὸν ἔχετε βάλει;». Τοῦ λέγουν, «Κύριε, ἔλα νὰ ἰδῇς». Ὁ Ἰησοῦς ἐδάκρυσε. Εἶπαν τότε οἱ Ἰουδαῖοι, «Κύτταξε πόσον τὸν ἀγαποῦσε». Ἀλλὰ μερικοὶ ἀπὸ αὐτοὺς εἶπαν, «Δὲν μποροῦσε αὐτός, ποὺ ἀνοιξε τὰ μάτια τοῦ τυφλοῦ, νὰ κάνῃ κάτι ὥστε νὰ μὴ πεθάνῃ ὁ Λάζαρος;». Ὁ Ἰησοῦς ἀφοῦ πάλιν ἀναστέναξε μέσα του, ὴλθε εἰς τὸ μνῆμα. Ἦτο δὲ τοῦτο σπήλαιον καὶ ἕνας λίθος ἦτο εἰς τὸ στόμιον.
Λέγει ὁ Ἰησοῦς, «Σηκῶστε τὸν λίθον». Ἡ Μάρθα, ἡ ἀδελφὴ τοῦ ἀποθανόντος, τοῦ λέγει, «Κύριε, τώρα θὰ μυρίζῃ ἄσχημα, διότι εἶναι ἡ τετάρτη ἡμέρα». Ὁ Ἰησοῦς τῆς λέγει, «Δὲν σοῦ εἶπα ὅτι ἐὰν πιστέψῃς θὰ ἰδῇς τὴν δόξαν τοῦ Θεοῦ;». Ἐσήκωσαν τότε τὸν λίθον ὅπου εὑρίσκετο ὁ νεκρός. Ὁ δὲ Ἰησοῦς ἐσήκωσε τὰ μάτια πρὸς τὰ ἐπάνω καὶ εἶπε, «Πατέρα, σὲ εὐχαριστῶ, διότι μὲ ἄκουσες. Ἐγὼ βέβαια ἤξερα ὅτι πάντοτε μὲ ἀκοῦς ἀλλὰ τὸ εἶπα διὰ τὸν λαὸν ποὺ παρευρίσκεται, γιὰ νὰ πιστέψουν ὅτι σὺ μὲ ἔστειλες». Καὶ ἀφοῦ εἶπε αὐτά, ἐφώναξε μὲ δυνατὴν φωνήν, «Λάζαρε, ἔλα ἔξω». Καὶ ἐβγῆκε ἐκεῖνος ποὺ εἶχε πεθάνει, δεμένος τὰ χέρια καὶ τὰ πόδια μὲ λευκὲς ταινίες, καὶ τὸ πρόσωπόν του γύρω δεμένο μὲ μαντῆλι. Τοὺς εἶπε τότε ὁ Ἰησοῦς, «Λύστε τον καὶ ἀφῆστέ τον νὰ φύγῃ». Πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, οἱ ὁποῖοι εἶχαν ἔλθει εἰς τὴν Μαρίαν καὶ εἶδαν τί ἔκανε ὁ Ἰησοῦς, ἐπίστεψαν σ’ αὐτόν.