Map2

LOGO IAA

logo footer

ecclesia

12/11/2017 Η' ΛΟΥΚΑ Το Ευαγγέλιο Κατά Λουκάν (ι΄ 25-37)

Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθεν τῷ ᾿Ιησοῦ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
Ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν ᾿Ιησοῦν· καὶ τίς ἐστί μου πλησίον;
Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅτι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
Ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ.
Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό ἐκείνο, προσῆλθε ἕνας νομικὸς στον ᾿Ιησοῦ καὶ τοῦ εἶπε, «Διδάσκαλε, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωὴν αἰώνιον;».
Αὐτὸς δὲ τοῦ εἶπε, «Εἰς τὸν νόμον τί εἶναι γραμμένον; Τί διαβάζεις;».
Ἐκεῖνος ἀπεκρίθη, «Νὰ ἀγαπήσῃς Κύριον τὸν Θεόν σου μὲ ὅλην τὴν καρδιά σου καὶ μὲ ὅλην τὴν ψυχήν σου καὶ μὲ ὅλην τὴν δύναμίν σου καὶ μὲ ὅλην τὴν διάνοιάν σου καὶ τὸν πλησίον σου ὅπως τὸν ἑαυτόν σου».
«Ὀρθὰ ἀποκρίθηκες», εἶπε ὁ Ἰησοῦς, «κάνε αὐτὸ καὶ θὰ ζήσῃς».
Ἐκεῖνος ὅμως ἤθελε νὰ δικαιώσῃ τὸν ἑαυτόν του καὶ εἶπε εἰς τὸν Ἰησοῦν, «Καὶ ποιὸς εἶναι ὁ πλησίον μου;».
Ὁ Ἰησοῦς ἀπήντησε, «Κάποιος κατέβαινε ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Ἱεριχὼ καὶ ἔπεσε σὲ ληστὰς, οἱ ὁποῖοι ἀφοῦ τὸν ἔγδυσαν καὶ τὸν ἐτραυμάτισαν, ἔφυγαν καὶ τὸν ἄφησαν μισοπεθαμένον. Κατὰ σύμπτωσιν ἕνας ἱερεὺς κατέβαινε εἰς τὸν δρόμον ἐκεῖνον ἀλλ’ ὅταν τὸν εἶδε, ἐπέρασε ἀπὸ τὸ ἀπέναντι μέρος. Ὁμοίως καὶ ἕνας Λευΐτης, ὅταν ἔφθασε εἰς τὸν τόπον καὶ τὸν εἶδε, ἐπέρασε ἀπὸ τὸ ἀπέναντι μέρος. Ἕνας ὅμως Σαμαρείτης, ἐνῷ ἐβάδιζε, ἔφθασε κοντά του καὶ ὅταν τὸν εἶδε, τὸν σπλαγχνίσθηκε. Τὸν ἐπλησίασε, ἔδεσε τὰ τραύματά του, ἀφοῦ τὰ ἄλειψε μὲ λάδι καὶ κρασί, τὸν ἀνέβασε εἰς τὸ δικό του ζῶον καὶ τὸν ἔφερε εἰς ἕνα ξενοδοχεῖο καὶ τὸν περιποιήθηκε. Ὅταν ἔφυγε, τὴν ἑπομένην ἡμέραν, ἔβγαλε δύο δηνάρια καὶ τὰ ἔδωκε εἰς τὸν ξενοδόχον καὶ τοῦ εἶπε, «Περιποιήσου τον καὶ ὅ,τι δήποτε δαπανήσῃς ἐπὶ πλέον, ἐγὼ θὰ σοῦ τὸ ἀποδώσω ὅταν ἐπιστρέψω». Ἀπὸ τοὺς τρεῖς αὐτοὺς ποιὸς σοῦ φαίνεται ὅτι ἔγινε πλησίον εἰς ἐκεῖνον ποὺ ἔπεσε εἰς τοὺς ληστάς;».
Ἐκεῖνος δὲ εἶπε, «Αὐτὸς ποὺ τοῦ ἔδειξε τὴν εὐσπλαγχνίαν».
Καὶ ὁ Ἰησοῦς τοῦ εἶπε, «Πήγαινε καὶ κάνε καὶ σὺ τὸ ἴδιο».
Κυριακοδρόμιο Ευαγγέλιο της Κυριακής 12/11/2017 Η' ΛΟΥΚΑ Το Ευαγγέλιο Κατά Λουκάν (ι΄ 25-37)