10/12/2023 Ι' ΛΟΥΚΑ Ο Απόστολος Προς Εφεσίους επιστολή Παύλου (στ'10-17)

Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.

Απόδοση στη νεοελληνική:

Ἀδελφοί, δυναμωθεῖτε μέ τόν Κύριο καί τήν ἰσχυρή δύναμή του. Φορέστε τήν πανοπλία τοῦ Θεοῦ, γιά νά μπορεῖτε ν᾿ ἀντιστέκεστε στά τεχνάσματα τοῦ διαβόλου. Γιατί δέν παλεύουμε μέ ἀνθρώπους, ἀλλά μέ τίς ἀρχές καί τίς ἐξουσίες, μέ τούς κοσμοκράτορες αὐτοῦ τοῦ σκοτεινοῦ κόσμου, μέ τά πονηρά πνεύματα πού κυριαρχοῦν ἐπάνω στή γῆ. Γι᾿ αὐτό, φορέστε τήν πανοπλία τοῦ Θεοῦ, ὥστε νά μπορέσετε ν᾿ ἀντισταθεῖτε ὅταν ἀρχίσει ἡ ἐπίθεση τοῦ σατανᾶ, καί ἀφοῦ λάβετε ὅλα τ᾿ ἀναγκαῖα μέτρα, μείνετε σταθεροί στή θέση σας. Σταθεῖτε, λοιπόν, ὄρθιοι σέ θέση μάχης καί στή μέση σας ζωστεῖτε τήν ἀλήθεια καί φορέστε τόν θώρακα τῆς δικαιοσύνης, καί γιά ὑποδήματα βάλτε τήν ἑτοιμότητα νά κηρύξετε τό εὐαγγέλιο τῆς εἰρήνης. Ἐπάνω ἀπ᾿ ὅλα αὐτά, πάρτε στά χέρια σας τήν ἀσπίδα τῆς πίστεως, μέ τήν ὁποία θά μπορέσετε νά σβήσετε ὅλα τά φλογερά βέλη τοῦ πονηροῦ. Καί δεχθεῖτε ὡς περικεφαλαία τή σωτηρία καί ὡς μάχαιρα τόν λόγο τοῦ Θεοῦ, πού σᾶς δίνει τό ἅγιο Πνεῦμα.

Κυριακοδρόμιο Ο Απόστολος της Κυριακής 10/12/2023 Ι' ΛΟΥΚΑ Ο Απόστολος Προς Εφεσίους επιστολή Παύλου (στ'10-17)