18/10/2026 Ἁγίου ἐνδόξου Ἀποστόλου καί Εὐαγγελιστοῦ Λουκᾶ Το Ευαγγέλιο Κατά Λουκάν (ι΄ 16-21)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Ἀπόδοση στή νεοελληνική:

Εἶπεν ὁ Κύριος στούς μαθητές του: Ὅποιος ἀκούει ἐσᾶς, ἀκούει ἐμένα, καί ὅποιος ἀπορρίπτει ἐσᾶς, ἀπορρίπτει ἐμένα· ὅποιος ἀπορρίπτει ἐμένα, ἀπορρίπτει ἐκεῖνον πού μέ ἔστειλε. Ἐπέστρεψαν μέ χαρά (ἀπό τήν περιοδεία τους) οἱ ἑβδομήντα μαθητές καί ἔλεγαν: Κύριε, στό ὄνομά σου καί τά δαιμόνια ὑποτάσσονται σέ ἐμᾶς. Εἶπε σ᾿ αὐτούς: Ἔβλεπα τόν σατανά νά πέφτει σάν ἀστραπή ἀπό τόν οὐρανό. Σᾶς δίνω τήν ἐξουσία νά πατᾶτε ἐπάνω σέ φίδια καί σκορπιούς καί ἐπάνω σέ ὅλη τή δύναμη τοῦ ἐχθροῦ, καί τίποτε δέν θά σᾶς βλάψει. Ἀλλά ὅμως, μή χαίρεστε γιά αὐτό, ὅτι δηλαδή τά πνεύματα ὑποτάσσονται σέ ἐσᾶς, ἀλλά νά χαίρεστε ἐπειδή τά ὀνόματά σας ἔχουν γραφεῖ στόν οὐρανό. Ἐκείνη τήν ὥρα ὁ Ἰησοῦς αἰσθάνθηκε ἀγαλλίαση μέσα του καί εἶπε: Σέ εὐγνωμονῶ, Πατέρα, Κύριε τοῦ οὐρανοῦ καί τῆς γῆς, ἐπειδή τά ἔκρυψες αὐτά ἀπό σοφούς καί συνετούς, καί τά φανέρωσες σέ ἁπλούς ἀνθρώπους. Ναί, Πατέρα μου, γιατί αὐτό ἦταν τό θέλημά σου.

Κυριακοδρόμιο Το Ευαγγέλιο της Κυριακής 18/10/2026 Ἁγίου ἐνδόξου Ἀποστόλου καί Εὐαγγελιστοῦ Λουκᾶ Το Ευαγγέλιο Κατά Λουκάν (ι΄ 16-21)