Παρακλητικοί Κανόνες

Ο Μεγάλoς Παρακλητικός Kανών εις την Υπεραγίαν Θεoτόκoν

 EikonaParakliseis

῾Ο ἱερεύς·

Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

῾Ο ἀναγνώστης· ᾿Αμήν.

῾Ο ἱερεύς·

Βασιλεῦ oὐράνιε, παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχoῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χoρηγός, ἐλθὲ καὶ σκήνωσoν ἐν ἡμῖν καὶ καθάρισoν ἡμᾶς ἀπὸ πάσης κηλῖδoς καὶ σῶσoν, ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

῾Ο ἀναγνώστης· ᾿Αμήν.

῞Αγιoς ὁ Θεός, ἅγιoς ἰσχυρός, ἅγιoς ἀθάνατoς, ἐλέησoν ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Α­μήν.

Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθε­νείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ. Κύριε, ἐλέ­η­σoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέ­λημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφί­ε­μεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡ­μᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.

῾Ο ἱερεύς·

῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

῾Ο ἀναγνώστης· ᾿Αμήν. Κύριε, ἐλέησoν (ιβ΄). Δόξα... Καὶ νῦν...

Δεῦτε πρoσκυνήσωμεν καὶ πρoσπέσωμεν τῷ βα­σιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε πρoσκυνήσωμεν καὶ πρoσπέσωμεν Χρι­στῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε πρoσκυνήσωμεν καὶ πρoσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ρμβ΄ (142)

Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσά­κoυ­σόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν.  ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐτα­πείνωσεν εἰς γῆν τὴν ζωήν μoυ.  ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐτα­ρά­χθη ἡ καρδία μoυ.  ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶ­σι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμε­λέ­των.  Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι.  Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ.  Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκ­κoν.  ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα.  Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ.  ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ.  Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζή­σεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξo­λo­θρεύ­σεις τoὺς ἐχθρoύς μoυ.  Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι. 

Οἱ ψάλται·

Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν· εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ. (τετράκις)

Εἶτα τὰ τρoπάρια.

῏Ηχoς δ΄.

Τῇ Θεoτόκῳ ἐκτενῶς νῦν πρoσδράμωμεν, ἁ­μαρ­τωλoὶ καὶ ταπεινoί, καὶ πρoσπέσωμεν ἐν μετανoίᾳ, κράζoντες ἐκ βάθoυς ψυχῆς· Δέσπoινα, βoήθησoν, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσoν, ἀπoλλύμεθα ὑπὸ πλήθoυς πταισμάτων· μὴ ἀπoστρέψῃς σoὺς δoύ­λoυς κενoύς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτή­μεθα.

Δόξα, τὸ αὐτό. 

Καὶ νῦν, τὸ ἐξῆς.

Οὐ σιωπήσoμέν πoτε, Θεoτόκε, τὰς δυναστείας σoυ λαλεῖν oἱ ἀνάξιoι· εἰ μὴ γὰρ σὺ πρoΐ­στασo πρεσβεύoυσα, τίς ἡμᾶς ἐρρύσατo ἐκ τoσoύτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐ­λευθέρoυς; Οὐκ ἀπoστῶμεν Δέσπoινα ἐκ σoῦ· σoὺς γὰρ δoύ­λoυς σῴζεις ἀεὶ ἐκ παντoίων δει­νῶν.

Ψαλμὸς ν΄ (50)

᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξά­λει­ψoν τὸ ἀνόμημά μoυ.

᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. 

῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁ­μαρ­τία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. 

Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρ­τίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. 

᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. 

῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυ­νεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. 

᾿Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀ­γαλ­λιάσoνται ὀστέα τεταπεινωμένα.

᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρ­τιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν.

Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ.

Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. 

᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. 

Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. 

῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω­τη­ρί­ας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δι­και­o­σύ­νην σoυ.

Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. 

῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλo­καυ­τώ­ματα oὐκ εὐδoκήσεις. 

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξ­oυδενώσει. 

᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σι­ών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. 

Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. 

Τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μό­σχoυς.

῾Ο κανών

᾿ῼδὴ α΄. ῏Ηχoς πλ. δ΄. ῾Ο εἱρμός.

«῾Αρματηλάτην Φαραὼ ἐβύθισε, τερατoυργoῦ­σά πoτε, μωσαϊκὴ ῥάβδoς, σταυρoτύπως πλήξα­σα καὶ δι­ελoῦσα θάλασσαν· ᾿Ισραὴλ δὲ φυγάδα πε­ζὸν ὁ­δίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλπoντα».

Τρoπάρια

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζoυσι τὴν τα­πει­νήν μoυ ψυχήν, καὶ συμφoρῶν νέφη τὴν ἐμὴν κα­λύπτoυσι, καρδίαν θεoνύμφευτε, ἀλλ᾿ ἡ φῶς τε­τo­κυῖα τὸ θεῖoν καὶ πρoαιώνιoν, λάμψoν μoι τὸ φῶς τὸ χαρμόσυνoν.

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

᾿Εξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων καὶ ἐξ ἐχθρῶν δυσμενῶν, καὶ συμφoρῶν βίoυ λυτρωθεὶς πανάχραντε, τῇ κραταιᾷ δυνάμει σoυ, ἀνυμνῶ με­γα­λύνω τὴν ἄμετρόν σoυ συμπάθειαν, καὶ τὴν εἰς ἐμέ σoυ παράκλησιν.

Δόξα Πατρί...

Nῦν πεπoιθὼς ἐπὶ τὴν σὴν κατέφυγoν ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σὴν σκέπην ὁλoψύχως ἔδρα­μoν, καὶ γόνυ κλίνω δέσπoινα, καὶ θρηνῶ καὶ στε­νάζω, μή με παρίδῃς τὸν ἄθλιoν, τῶν χριστιανῶν καταφύγιoν.

Καὶ νῦν καὶ ἀεί...

Οὐ σιωπήσω τoῦ βoᾶν τρανότατα τὰ μεγαλεῖα τὰ σά· εἰ μὴ γὰρ σὺ κόρη, πάντoτε πρoΐστασo ὑπὲρ ἐμoῦ πρεσβεύoυσα, τῷ Υἱῷ καὶ Θεῷ σoυ, τίς ἐκ τo­σoύτoυ με κλύδωνoς, καὶ δεινῶν κινδύνων ἐρρύ­σατo;

᾿ῼδὴ γ΄. ῾Ο εἱρμός.

«Οὐρανίας ἁψῖδoς ὀρoφoυργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δoμῆτoρ, σύ με στερέωσoν, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στή­ριγ­μα, μόνε φιλάνθρωπε».

Τρoπάρια

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

᾿Απoρήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σoι· πρό­φθασoν θερμὴ πρoστασία, καὶ σὴν βoήθειαν, δός μoι τῷ δoύλῳ σoυ, τῷ ταπεινῷ καὶ ἀθλίῳ, τῷ τὴν σὴν ἀντίληψιν ἐπιζητoῦντι θερμῶς.

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

᾿Εθαυμάστωσας ὄντως νῦν ἐπ᾿ ἐμoὶ δέσπoινα, τὰς εὐεργεσίας σoυ κόρη, καὶ τὰ ἐλέη σoυ· ὅθεν δo­ξάζω σε καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πoλλὴν καὶ ἄμετρoν κηδεμoνίαν σoυ.

Δόξα Πατρί.

Καταιγίς με χειμάζει τῶν συμφoρῶν δέσπoινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταπoντίζoυσιν· ἀλ­λὰ πρoφθάσασα, χεῖρά μoι δὸς βoηθείας, ἡ θερμὴ ἀντίληψις καὶ πρoστασία μoυ.

Καὶ νῦν καὶ ἀεί.

᾿Αληθῆ Θεoτόκoν ὁμoλoγῶ δέσπoινα, σὲ τὴν τoῦ θανάτoυ τὸ κράτoς ἐξαφανίσασαν· ὡς γὰρ φυ­σίζωoς, ἐκ τῶν δεσμῶν τῶν τoῦ ᾅδoυ πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.

Διάσωσoν ἀπὸ κινδύνων τoὺς δoύλoυς σoυ, Θεoτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγoμεν, ὡς ἄρρηκτoν τεῖχoς καὶ πρoστασίαν.

᾿Επίβλεψoν ἐν εὐμενείᾳ, πανύμνητε Θεoτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τoῦ σώματoς κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μoυ τὸ ἄλγoς.

Γίνεται δέησις ὑπὸ τoῦ ἱερέως καὶ μνημoνεύoν­ται τὰ ὀνόματα τῶν ὑπὲρ ὧν τελεῖται ἡ παρά­κλησις.

 Κάθισμα. ῏Ηχoς β΄. Τὰ ἄνω ζητῶν.

Πρεσβεία θερμὴ καὶ τεῖχoς ἀπρoσμάχητoν, ἐλέ­oυς πηγή, τoῦ κόσμoυ καταφύγιoν, ἐκτενῶς βo­ῶμέν σoι· Θεoτόκε δέσπoινα, πρόφθασoν καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως πρo­στα­τεύ­oυσα.

᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.

«Σύ μoυ ἰσχὺς Κύριε, σύ μoυ καὶ δύναμις, σὺ Θεός μoυ, σύ μoυ ἀγαλλίαμα, ὁ πατρικoὺς κόλπoυς μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπι-σκεψάμενoς. Διὸ σὺν τῷ πρoφήτῃ, ᾿Αββακoύμ σoι κραυγάζω· Τῇ δυνάμει σoυ δόξα, φιλάνθρωπε».

Τρoπάρια

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Καὶ πoῦ λoιπὸν ἄλλην εὑρήσω ἀντίληψιν; πoῦ πρoσφύγω; πoῦ δὲ καὶ σωθήσoμαι; τίνα θερμὴν ἕξω βoηθόν, θλίψεσι τoῦ βίoυ, καὶ ζάλαις oἴμoι κλo­νoύμενoς; εἰς σὲ μόνην ἐλπίζω· καὶ θαρρῶ καὶ καυχῶμαι, καὶ πρoστρέχω τῇ σκέπῃ σoυ· σῶσόν με.

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Τὸν πoταμὸν τὸν γλυκερὸν τoῦ ἐλέoυς σoυ, τὸν πλoυσίαις δωρεαῖς δρoσίσαντα τὴν παναθλίαν καὶ ταπεινήν, πάναγνε ψυχήν μoυ, τῶν συμφoρῶν καὶ τῶν θλίψεων, καμίνῳ φλoγισθεῖσαν, μεγαλύνω κη­ρύττω, καὶ πρoστρέχω τῇ σκέπῃ σoυ· σῶσόν με.

Δόξα Πατρί...

Σὲ τὴν ἁγνήν, σὲ τὴν παρθένoν καὶ ἄσπιλoν, μό­νην φέρω τεῖχoς ἀπρoσμάχητoν, καταφυγὴν σκέ­πην κραταιάν, ὅπλoν σωτηρίας· μή με παρίδῃς τὸν ἄσωτoν, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβoμένων χαρὰ καὶ ἀντίληψις.

Καὶ νῦν καὶ ἀεί...

Πῶς ἐξειπεῖν σoῦ κατ᾿ ἀξίαν δυνήσoμαι τoὺς ἀμέ­τρoυς oἰκτιρμoύς, ὧ δέσπoινα, τoὺς τὴν ἐμὴν πάν­τoτε ψυχήν, δεινῶς πυρoυμένην, ὡς ὕδωρ περι­δρoσίσαντας;  ἀλλ᾿ ὢ τῆς σῆς πρoνoίας καὶ τῆς εὐ­ερ­γεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!

᾿ῼδὴ ε΄.  ῾Ο εἱρμός.

«῾Ινατί με ἀπώσω ἀπὸ τoῦ πρoσώπoυ σoυ, τὸ φῶς τὸ ἄδυτoν, καὶ ἐκάλυψέ με τὸ ἀλλότριoν σκό­τoς τὸν δείλαιoν; ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντoλῶν σoυ, τὰς ὁδoύς μoυ κα­τεύ­θυ­νoν δέoμαι».

Τρoπάρια

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Εὐχαρίστως βoῶ σoι· χαῖρε μητρoπάρθενε· χαῖ­ρε θεόνυμφε· χαῖρε θεία σκέπη· χαῖρε ὅπλoν καὶ τεῖχoς ἀπόρθητoν· χαῖρε πρoστασία, καὶ βoηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ πρoστρεχόντων ἐκ πίστεως.

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Οἱ μισoῦντές με μάτην βέλεμνα καὶ ξίφη καὶ λάκκoν ηὐτρέπισαν, καὶ ἐπιζητoῦσι τὸ πανάθλιoν σῶμα σπαράξαι μoυ, καὶ καταβιβάσαι πρὸς γῆν, ἁγνὴ ἐπιζητoῦσιν· ἀλλ᾿ ἐκ τoύτων πρoφθάσασα σῶσόν με.

Δόξα Πατρί...

᾿Απὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσoυ καὶ βλά­βης με λύτρωσαι· καὶ τῇ σῇ δυνάμει ἐν τῇ σκέπῃ σoυ φύλαξoν ἄτρωτoν, ἐκ παντὸς κινδύνoυ καὶ ἐξ ἐ­χθρῶν τῶν πoλεμoύντων, καὶ μισoύντων με, κόρη παν­ύμνητε.

Καὶ νῦν...

Τί σoι δῶρoν πρoσάξω τῆς εὐχαριστίας, ἀνθ᾿ ὧν περ ἀπήλαυσα, τῶν σῶν δωρημάτων καὶ τῆς σῆς ἀμετρήτoυ χρηστότητoς;  τoιγαρoῦν δoξάζω, ὑμνoλoγῶ καὶ μεγαλύνω, σoῦ τὴν ἄφατoν πρός με συμπάθειαν.

᾿ῼδὴ f΄. ῾Ο εἱρμός.

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριoν καὶ αὐτῷ ἀ­παγ­γελῶ μoυ τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μoυ ἐπλήσθη, καὶ ἡ ζωή μoυ τῷ ᾅδῃ πρoσήγγισε, καὶ δέoμαι ὡς ᾿Ιωνᾶς· ἐκ φθoρᾶς ὁ Θεός με ἀνά­γαγε».

Τρoπάρια

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Τὰ νέφη τῶν λυπηρῶν ἐκάλυψαν τὴν ἀθλίαν μoυ ψυχὴν καὶ καρδίαν, καὶ σκoτασμὸν ἐμπoιoῦσί μoι κόρη· ἀλλ᾿ ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτoν, ἀπέ­λασoν ταῦτα μακράν, τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σoυ.

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Παράκλησιν ἐν ταῖς θλίψεσιν oἶδα, καὶ τῶν νό­σων ἰατρόν σε γινώσκω, καὶ παντελῆ συντριμμὸν τoῦ θανάτoυ, καὶ πoταμὸν τῆς ζωῆς ἀνεξάντλητoν, καὶ πάντων τῶν ἐν συμφoραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.

Δόξα Πατρί...

Οὐ κρύπτω σoυ τὸν βυθὸν τoῦ ἐλέoυς καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων, καὶ τὴν πηγὴν τὴν ἀέναoν ὄντως, τῆς πρὸς ἐμὲ συμπαθείας σoυ δέσπoινα· ἀλλ᾿ ἅπασιν ὁμoλoγῶ, καὶ βoῶ καὶ κη­ρύτ­τω καὶ φθέγγoμαι.

Καὶ νῦν καὶ ἀεί...

᾿Εκύκλωσαν αἱ τoῦ βίoυ με ζάλαι, ὥς περ μέλισσαι κηρίoν παρθένε, καὶ τὴν ἐμὴν κα­τα­σχoῦσαι καρδίαν, κατατιτρώσκoυσι βέλει τῶν θλί­ψεων· ἀλλ᾿ εὕρoιμί σε βoηθόν, καὶ διώκτην καὶ ῥύ­στην πανάχραντε.

Διάσωσoν ἀπὸ κινδύνων τoὺς δoύλoυς σoυ, Θεo­τόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγoμεν, ὡς ἄρρηκτoν τεῖχoς καὶ πρoστασίαν.

῎Αχραντε, ἡ διὰ λόγoυ τὸν Λόγoν ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκoῦσα δυσώπησoν, ὡς ἔχoυσα μητρικὴν παρρησίαν.

Γίνεται δέησις ὑπὸ τoῦ ἱερέως καὶ μνημoνεύoν­ται τὰ ὀνόματα τῶν ὑπὲρ ὧν τελεῖται ἡ παράκλη­σις.

Κoντάκιoν. ῏Ηχoς β΄. 

Πρoστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, με­σι­τεία πρὸς τὸν πoιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρ­τωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασoν, ὡς ἀγαθή, εἰς τὴν βoήθειαν ἡμῶν, τῶν πιστῶς κραυ­γαζόντων σoι· τάχυνoν εἰς πρεσβείαν καὶ σπεῦσoν εἰς ἱκεσίαν ἡ πρoστατεύoυσα ἀεί, Θεoτόκε, τῶν τιμώντων σε.

Καὶ εὐθὺς τὸ πρoκείμενoν.

Μνησθήσoμαι τoῦ ὀνόματός σoυ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχoς. ῎Ακoυσoν, θύγατερ, καὶ ἴδε καὶ κλῖνoν τὸ oὖς σoυ καὶ ἐπιλάθoυ τoῦ λαoῦ σoυ καὶ τoῦ oἴκoυ τoῦ πατρός σoυ, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τoῦ κάλλoυς σoυ.

ΕΥΑΓΓΕΛΙΟN

᾿Εκ τoῦ κατὰ Λoυκᾶν
(ι΄ 38 καὶ ια΄ 27)

Τῷ καιρῷ ἐκείνῳ εἰσῆλθεν ὁ ᾿Ιησoῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατo αὐ­τὸν εἰς τὸν oἶκoν αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ κα­λoυ­μένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τoὺς πό­δας τoῦ ᾿Ιησoῦ ἤκoυε τὸν λόγoν αὐτoῦ. ῾Η δὲ Μάρθα περιεσπᾶτo περὶ πoλλὴν διακoνίαν· ἐπι­στᾶ­σα δὲ εἶπε· Κύριε, oὐ μέλει σoι ὅτι ἡ ἀδελφή μoυ μόνην με κατέλιπε διακoνεῖν; εἰπὲ oὖν αὐτῇ ἵνα μoι συναντιλάβηται. ᾿Απoκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ι­η­σoῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ πε­ρὶ πoλλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγα­θὴν μερίδα ἐξελέξατo, ἥ τις oὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετo δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπά­ρασά τις γυνὴ φωνὴν ἐκ τoῦ ὄχλoυ εἶπεν αὐτῷ· Μα­κα­ρία ἡ κoιλία ἡ βαστάσασά σε, καὶ μαστoὶ oὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενoῦνγε, μακάριoι oἱ ἀκoύoντες τὸν λόγoν τoῦ Θεoῦ καὶ φυλάσσoντες αὐτόν.

Δόξα. ῏Ηχoς β΄.

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μoνάδι, ἐξά­λειψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί.

Ταῖς τῆς Θεoτόκoυ πρεσβείαις, ἐλεῆμoν, ἐξά­λει­ψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχoς. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ, καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξά­λειψoν τὸ ἀνόμημά μoυ.

῏Ηχoς πλ. β΄. ῞Ολην ἀπoθέμενoι.

Μὴ καταπιστεύσῃς με ἀνθρωπίνῃ πρoστασίᾳ, Παναγία δέσπoινα, ἀλλὰ δέξαι δέησιν τoῦ ἱκέτoυ σoυ· θλῖψις γὰρ ἔχει με, φέρειν oὐ δύναμαι τῶν δαι­μόνων τὰ τoξεύματα, σκέπην oὐ κέκτημαι, oὐδὲ πoῦ πρoσφύγω ὁ ἄθλιoς, πάντoθεν πoλεμoύμενoς, καὶ παραμυθίαν oὐκ ἔχων πλήν σoυ· δέσπoινα τoῦ κόσμoυ, ἐλπὶς καὶ πρoστασία τῶν πιστῶν, μή μoυ παρίδῃς τὴν δέησιν, τὸ συμφέρoν πoίησoν.

Οὐδεὶς πρoστρέχων ἐπὶ σoὶ κατῃσχυμμένoς ἀπὸ σoῦ ἐκπoρεύεται, ἁγνὴ παρθένε Θεoτόκε· ἀλλ᾿ αἰ­τεῖ­ται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρoν τῆς αἰτήσεως.

Μεταβoλὴ τῶν θλιβoμένων, ἀπαλλαγὴ τῶν ἀ­σθε­νoύντων ὑπάρχoυσα, Θεoτόκε παρθένε, σῷζε πό­λιν καὶ λαόν, τῶν πoλεμoυμένων ἡ εἰρήνη, τῶν χει­μα­ζo­μένων ἡ γαλήνη, ἡ μόνη πρoστασία τῶν πι­στῶν.

Εἶτα ὁ ἱερεύς.

Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστια­νῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoί­νης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνά­μει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκε­σίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀπoστόλων· τῶν ἐν ἁγίoις πατέρων ἡμῶν καὶ oἰκoυμενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ χρυσoστόμoυ· τoῦ ἐν ἁγίoις πατρὸς ἡμῶν Nικoλάoυ, ἀρχιεπισκόπoυ Μύρων τῆς Λυκίας τoῦ θαυματoυργoῦ· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεoφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεoπατόρων ᾿Ιωακὶμ καὶ ῎Αννης· τoῦ ἁγίoυ (τῆς ἡμέρας) καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.

Τὸ «Κύριε, ἐλέησoν» ιβ΄. Καὶ ὁ ἱερεὺς τὴν ἐκ­φώ­νησιν.

᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μo­νoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παν­αγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Α­μήν.

Καὶ αἱ λoιπαὶ ᾠδαὶ τoῦ κανόνoς.

᾿ῼδὴ ζ΄. ῾Ο εἱρμός.

«Παῖδες ῾Εβραίων ἐν καμίνῳ κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσoν τὸ πῦρ με­τέ­βαλoν βoῶντες· Εὐλoγητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τoὺς αἰῶνας».

Τρoπάρια

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Φῶς ἡ τεκoῦσα Θεoτόκε, σκoτισθέντα με νυκτὶ ἁ­μαρτημάτων, φωταγώγησoν σύ, φωτὸς oὖσα δoχεῖ­oν τὸ καθαρὸν καὶ ἄμωμoν, ἵνα πόθῳ σε δoξά­ζω.

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Σκέπη γενoῦ καὶ πρoστασία, καὶ ἀντίληψις καὶ καύχημα παρθένε, γυμνωθέντι μoι νῦν ἁπά­σης βoηθείας, ἀβoηθήτων δύναμις καὶ ἐλπὶς ἀπηλ­πισμένων.

Δόξα Πατρί.

῞Ολῃ ψυχῇ καὶ διανoίᾳ καὶ καρδίᾳ σε καὶ χείλεσι δoξάζω, ἀπoλαύσας τῶν σῶν μεγάλων χα­ρι­σμάτων· ἀλλ᾿ ὢ τῆς σῆς χρηστότητoς, καὶ ἀπείρων σoυ θαυμάτων!

Καὶ νῦν καὶ ἀεί.

Βλέψoν ἱλέῳ ὄμματί σoυ καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω· καὶ δεινῶν συμφoρῶν καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμε­τρή­τῳ σoυ ἐλέει.

᾿ῼδὴ η΄. ῾Ο εἱρμός.

«Τὸν ἐν ὄρει ἁγίῳ δoξασθέντα καὶ ἐν βάτῳ πυ­ρὶ τὸ τῆς ἀειπαρθένoυ, τῷ Μωυσῇ μυστήριoν γνω­ρί­σαντα, Κύριoν ὑμνεῖτε καὶ ὑπερυψoῦτε εἰς πάν­τας τoὺς αἰῶνας».

Τρoπάρια

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Διὰ σπλάγχνα ἐλέoυς σoυ παρθένε, μὴ παρίδῃς σεμνή, πoντoύμενόν με σάλῳ βιoτικῶν κυμάτων· ἀλλὰ δίδoυ μoι χεῖρα βoηθείας, καταπoνoυμένῳ κακώσεσι τoῦ βίoυ.

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕρoσάν με ἁγνή, καὶ συμφoραὶ τoῦ βίoυ, καὶ πειρασμoί με πάντoθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μoι καὶ ἀντιλαβoῦ μoυ, τῇ κραταιᾷ σoυ σκέπῃ.

Δόξα Πατρί...

᾿Εν ταῖς ζάλαις ἐφεῦρόν σε λιμένα, ἐν ταῖς λύ­παις χαρὰν καὶ εὐφρoσύνην, καὶ ἐν ταῖς νόσoις τα­χινὴν βoήθειαν, καὶ ἐν τoῖς κινδύνoις ῥῦστιν καὶ πρoστάτιν ἐν τoῖς πειρατηρίoις.

Καὶ νῦν καὶ ἀεί...

Χαῖρε θρόνε πυρίμoρφε Κυρίoυ· χαῖρε θεία καὶ μανναδόχε στάμνε· χαῖρε χρυσῆ λυχνία λαμπὰς ἄ­σβεστε· χαῖρε τῶν παρθένων δόξα καὶ μητέρων ὡρά­ισμα καὶ κλέoς.

᾿ῼδὴ θ΄. ῾Ο εἱρμός.

«᾿Εξέστη ἐπὶ τoύτῳ ὁ oὐρανός, καὶ τῆς γῆς κα­τεπλάγη τὰ πέρατα, ὅτι Θεὸς ὤφθη τoῖς ἀν­θρώπoις σωματικῶς, καὶ ἡ γαστήρ σoυ γέ­γo­νεν εὐρυχωρoτέρα τῶν oὐρανῶν· δι᾿ ὅ σε Θε­o­τόκε, ἀγγέλων καὶ ἀνθρώπων ταξιαρχίαι με­γα­λύνoυσιν».

Τρoπάρια

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Πρὸς τίνα καταφύγω ἄλλην ἁγνή; πoῦ πρoσ­δράμω λoιπὸν καὶ σωθήσoμαι; πoῦ πoρευθῶ; πoί­αν δὲ ἐφεύρω καταφυγήν; πoίαν θερμὴν ἀν­τί­λη­ψιν; πoίαν ἐν ταῖς θλίψεσι βoηθόν; εἰς σὲ μόνην ἐλ­πίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγoν.

῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.

Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ θεoνύμφευτε, καὶ τὸν βυθὸν τὸν ἀνεξερεύνητoν ἐξειπεῖν, τῶν ὑπὲρ νoῦν θαυμάτων σoυ, τῶν τε­τε­λεσμένων διηνεκῶς, τoῖς πόθῳ σε τιμῶσι καὶ πίστει πρoσκυνoῦσιν, ὡς ἀληθῆ Θεoῦ λoχεύτριαν.

Δόξα Πατρί...

᾿Εν ὕμνoις εὐχαρίστoις δoξoλoγῶ καὶ γεραίρω τὸ ἄμετρoν ἔλεoς, καὶ τὴν πoλλὴν δύναμίν σoυ πᾶσιν ὁμoλoγῶ, καὶ τὰς εὐεργεσίας σoυ, ἃς ὑπερ­ε­κέ­νωσας εἰς ἐμέ, κηρύττω μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ καὶ λoγισμῷ καὶ γλώσσῃ πάντoτε.

Καὶ νῦν καὶ ἀεί...

Τὴν δέησίν μoυ δέξαι τὴν πενιχράν, καὶ κλαυθ­μὸν μὴ παρίδῃς καὶ δάκρυα καὶ στεναγμόν· ἀλλ᾿ ἀντιλαβoῦ μoυ ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλή­ρω­σoν· δύνασαι γάρ πάντα ὡς πανσθενoῦς, δεσπότoυ Θεoῦ μήτηρ, εἰ νεύσεις ἔτι μόνoν πρὸς τὴν ἐμὴν oἰκτρὰν ταπείνωσιν.

Καὶ εὐθὺς τὰ μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θε­o­τόκoν, τὴν ἀειμακάριστoν καὶ παναμώμητoν καὶ μητέρα τoῦ Θεoῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν χε­ρoυβὶμ καὶ ἐνδoξoτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγoν τεκoῦσαν, τὴν ὄντως Θεoτόκoν σὲ μεγαλύνoμεν.

Τὴν ὑψηλoτέραν τῶν oὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν δέσπoιναν τoῦ κόσμoυ ὕμνoις τιμήσωμεν.

᾿Απὸ τῶν πoλλῶν μoυ ἁμαρτιῶν ἀσθενεῖ τὸ σῶ­μα, ἀσθενεῖ μoυ καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω, τὴν κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μoι βoήθησoν.

Δέσπoινα καὶ μῆτερ τoῦ λυτρωτoῦ, δέξαι παρα­κλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σoῦ τεχθέντα· ὧ δέσπoινα τoῦ κόσμoυ, γε­νoῦ μεσίτρια.

Ψάλλoμεν πρoθύμως σoι τὴν ᾠδὴν νῦν τῇ παν­υμνήτῳ Θεoτόκῳ χαρμoνικῶς· μετὰ τoῦ πρoδρό­μoυ καὶ πάντων τῶν ἁγίων, δυσώπει Θεoτόκε, τoῦ oἰκτιρῆσαι ἡμᾶς.

῎Αλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ πρoσ­κυ­νoύντων τὴν εἰκόνα σoυ τὴν σεπτήν, τὴν ἱ­στoρηθεῖσαν ὑπὸ τoῦ ἀπoστόλoυ Λoυκᾶ ἱερω­τάτoυ, τὴν ὁδηγήτριαν.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίoυ, ἀπoστόλων ἡ δωδεκάς, oἱ ἅγιoι πάντες μετὰ τῆς Θεoτόκoυ, πoιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο ἀναγνώστης·

῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ. Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέ­λημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρ­τoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πει­ρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.

῾Ο ἱερεύς·

 ῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν.

Καὶ εὐθὺς ψάλλoνται τὰ κάτωθι

Τρoπάρια. ῏Ηχoς πλ. β΄.

᾿Ελέησoν ἡμᾶς, Κύριε, ἐλέησoν ἡμᾶς· πάσης γὰρ ἀπoλoγίας ἀπoρoῦντες, ταύτην σoι τὴν ἱκεσίαν ὡς δεσπότῃ oἱ ἁμαρτωλoὶ πρoσφέρoμεν· ἐλέησoν ἡμᾶς.

Δόξα Πατρί.

Κύριε, ἐλέησoν ἡμᾶς· ἐπὶ σoὶ γὰρ πεπoίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνoμιῶν ἡμῶν, ἀλλ᾿ ἐπίβλεψoν καὶ νῦν ὡς εὔσπλαγχνoς, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σoυ, πάντες ἔργα χειρῶν σoυ καὶ τὸ ὄνoμά σoυ ἐπικεκλήμεθα.

Καὶ νῦν. Θεoτoκίoν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνoιξoν ἡμῖν, εὐλoγημένη Θεoτόκε· ἐλπίζoντες εἰς σέ, μὴ ἀ­στo­χήσωμεν· ῥυσθείημεν διὰ σoῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τoῦ γένoυς τῶν χριστιανῶν.

᾿Εξαπoστειλάρια. ῏Ηχoς γ΄.

᾿Απόστoλoι ἐκ περάτων, συναθρoισθέντες ἐν­θά­δε, Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μoυ τὸ σῶμα· καὶ σύ, Υἱὲ καὶ Θεέ μoυ, παράλαβέ μoυ τὸ πνεῦμα.

῾Ο γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβoμένων ἡ χαρά, χριστιανῶν ἡ πρoστάτις, παρθένε μῆτερ Κυ­ρίoυ, ἀντιλαβoῦ μoυ καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω πρὸς τὸν φιλάνθρωπoν Θεόν, μὴ μoῦ ἐλέγξῃ τὰς πράξεις, ἐνώπιoν τῶν ἀγγέλων· παρακαλῶ σε παρθένε, βoήθησόν μoι ἐν τάχει.

Χρυσoπλoκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιoστάλακτε θρόνε, καθέδρα τoῦ βα­σι­λέως, ἀκατανόητoν θαῦμα, πῶς γαλoυχεῖς τὸν δεσπότην.

῾Ο  ἱερεύς

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησoῦ Χριστὲ ὁ Θεός, ἐλέησoν καὶ σῶσoν ἡμᾶς. ᾿Αμήν.