26/12/2020 ΣΥΝΑΞΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ Ο Ἀπόστολος Προς Τιμόθεον Α' επιστολή Παύλου (στ΄ 11-16)
Τέκνον Τιμόθεε, δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.
Απόδοση στη νεοελληνική:
Τέκνον Τιμόθεε, ἐπιδίωκε τὴν δικαιοσύνην, τὴν εὐσέβειαν, τὴν πίστιν, τὴν ἀγάπην, τὴν ὑπομονήν, τὴν πραότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, κράτησε τὴν αἰώνιον ζωήν, εἰς τὴν ὁποίαν ἔχεις καλεσθῆ καὶ ἔδωκες τὴν λαμπρὰν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Σοῦ παραγγέλω ἐνώπιον τοῦ Θεοῦ, ὁ ὁποῖος ζωοποιεῖ τὰ πάντα, καὶ τοῦ Χριστοῦ Ἰησοῦ, ὁ ὁποῖος ἐπὶ Ποντίου Πιλάτου ἔδωκε τὴν λαμπρὰν ὁμολογίαν, νὰ τηρήσῃς τὴν ἐντολὴν ἀκηλίδωτη, ἀδιάβλητη μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, τὴν ὁποίαν θὰ δείξῃ κατὰ τοὺς ὡρισμένους χρόνους, ὁ μακάριος καὶ μόνος Δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ ὁ Κύριος τῶν κυριευόντων, ὁ μόνος ποὺ ἔχει ἀθανασίαν, ποὺ κατοικεῖ φῶς ἀπρόσιτον, τὸν ὁποῖον κανεὶς ἀπὸ τοὺς ἀνθρώπους δὲν εἶδε, οὔτε μπορεῖ νὰ τὸν ἰδῇ, εἰς τὸν ὁποῖον ἀνήκει ἡ τιμὴ καὶ ἡ αἰώνια δύναμις. Ἀμήν.