20/07/2024 Προφήτου Ηλιού του Θεσβίτου Το Ευαγγέλιο Κατά Λουκάν (δ' 22-30)

Kαὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς ᾿Ιωσήφ; καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις ᾿Ηλιοὺ ἐν τῷ ᾿Ισραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,  καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη ᾿Ηλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ᾿Ελισαίου τοῦ προφήτου ἐν τῷ ᾿Ισραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

Απόδοση στη νεοελληνική

Καὶ ὅλοι συγκατένευαν πρὸς αὐτὸν καὶ ἐθαύμαζαν διὰ τὴν χάριν τῶν λόγων ποὺ ἔβγαιναν ἀπὸ τὸ στόμα του καὶ ἔλεγαν, «Δὲν εἶναι αὐτὸς ὁ υἱὸς τοῦ Ἰωσήφ;». Καὶ ὁ Ἰησοῦς τοὺς εἶπε, «Ἀσφαλῶς θὰ μοῦ πῆτε αὐτὴν τὴν παροιμίαν, Ἰατρέ, θεράπευσε τὸν ἑαυτόν σου. Ὅσα ἀκούσαμε ὅτι ἔγιναν εἰς τὴν Καπερναούμ, κάνε τα καὶ ἐδῶ εἰς τὴν πατρίδα σου». Καὶ προσέθεσε, «Ἀλήθεια σᾶς λέγω ὅτι κανένας προφήτης δὲν εἶναι δεκτὸς εἰς τὴν πατρίδα του. Νὰ εἶσθε βέβαιοι ὄτι ὑπῆρχαν πολλὲς χῆρες τὴν ἐποχὴν τοῦ Ἠλία μεταξὺ τοῦ Ἰσραήλ, ὅταν ἔκλεισε ὁ οὐρανὸς ἐπὶ τρία χρόνια καὶ ἕξη μῆνες, καὶ ἔγινε μεγάλη πεῖνα εἰς ὅλην τὴν χώρα, ἀλλ’ ὁ Ἠλίας δὲν ἐστάλη σὲ καμμίαν ἀπὸ αὐτὲς ἀλλὰ σὲ μία χήρα εἰς τὴν Σαρεπτὰ τῆς Σιδωνίας. Ἦσαν καὶ πολλοὶ λεπροὶ μεταξὺ τῶν Ἰσραηλιτῶν τὴν ἐποχὴν τοῦ Ἐλισαίου τοῦ προφήτου ἀλλὰ κανεὶς ἀπ’ αὐτοὺς δὲν ἐκαθαρίσθηκε παρὰ ὁ Νεεμὰν ὁ Σῦρος». Καὶ ὅλοι εἰς τὴν συναγωγὴν ὠργίσθησαν ὄταν ἄκουσαν αὐτὰ καὶ ἐσηκώθηκαν καὶ τὸν ἔδιωξαν ἔξω ἀπὸ τὴν πόλιν καὶ τὸν ἔφεραν ἕως τὴν κορυφὴν τοῦ βουνοῦ, ἐπάνω εἰς τὸ ὁποῖον ἦτο κτισμένη ἡ πόλις των, μὲ σκοπὸν νὰ τὸν ρίξουν εἰς τὸν κρημνόν. Αὐτὸς ὅμως ἐπέρασε διὰ μέσου αὐτῶν καὶ ἔφυγε.

 

Κυριακοδρόμιο Ευαγγέλια & Απόστολοι Εορτών 20/07/2024 Προφήτου Ηλιού του Θεσβίτου Το Ευαγγέλιο Κατά Λουκάν (δ' 22-30)