15/08/2024 Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ Ο Ἀπόστολος Προς Φιλιππησίους επιστολή Παύλου (β΄ 5-11)

Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος ᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

Απόδοση στη νεοελληνική:

Ἀδελφοί, ἀς ἐπικρατῇ μεταξύ σας τὸ ἴδιο φρόνημα, τὸ ὁποῖον ὑπῆρχε καὶ εἰς τὸν Χριστὸν Ἰησοῦν, ὁ ὁποῖος, ἂν καὶ εἶχεν θεϊκὴν ὕπαρξιν, δὲν ἐθεώρησε τὸ ὅτι ἦτο ἴσος πρὸς τὸν Θεὸν σὰν κάτι πρὸς ἁρπαγμόν, ἀλλ’ ἐκένωσε τὸν ἑαυτόν του λαβὼν μορφὴν δούλου, γενόμενος ὅμοιος πρὸς τοὺς ἀνθρώπους, καί, ἀφοῦ κατὰ τὸ σχῆμα εὑρέθηκε ὡς ἄνθρωπος, ἐταπείνωσε τὸν ἑαυτόν του γενόμενος ὑπήκοος μέχρι θανάτου καὶ μάλιστα θανάτου σταυρικοῦ.
Διὰ τοῦτο καὶ ὁ Θεὸς τὸν ὑπερήψωσε καὶ τοῦ ἐχάρισε ὄνομα τὸ ἀνώτερον ἀπὸ κάθε ὄνομα, ὥστε, εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ, νὰ κάμψῃ κάθε γόνυ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων, καὶ κάθε γλῶσσα νὰ ὁμολογήσῃ ὅτι ὁ Ἰησοῦς Χριστὸς εἶναι Κύριος εἰς δόξαν τοῦ Θεοῦ Πατρός.

Κυριακοδρόμιο Ευαγγέλια & Απόστολοι Εορτών 15/08/2024 Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ Ο Ἀπόστολος Προς Φιλιππησίους επιστολή Παύλου (β΄ 5-11)