04/02/2024 ΙΕ' ΜΑΤΘΑΙΟΥ Το Ευαγγέλιο Κατά Ματθαίον (κβ' 35-46)

Τῷ καιρῷ ἐκείνῳ, νομικὸς τις προσῆλθε τῷ Ἰησοῦ πειράζων καὶ λέγων· Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου». Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὐτῇ· «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». Ἔν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ. Λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου»; Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; καὶ οὐδεὶς ἠδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Ἀπόδοση στη νεοελληνική:

Τόν καιρόν ἐκεῖνον, ἕνας νομοδιδάσκαλος ρώτησε τόν Ἰησοῦ, μέ σκοπό νά τόν παγιδεύσει, καί τοῦ λέγει· Διδάσκαλε, ποιά εἶναι ἡ μεγαλύτερη ἐντολή στόν νόμο; Ὁ Ἰησοῦς τοῦ εἶπε: «Νά ἀγαπήσεις Κύριο τόν Θεό σου μέ ὅλη τήν καρδιά σου καί μέ ὅλη τήν ψυχή σου καί μέ ὅλο τόν νοῦ σου». Αὐτή εἶναι ἡ πρώτη καί μεγάλη ἐντολή. Δεύτερη ὅμοια μέ αὐτή: «Νά ἀγαπήσεις τόν πλησίον σου ὅπως τόν ἑαυτό σου». Στίς δύο ἐντολές στηρίζονται ὅλος ὁ νόμος καί οἱ προφῆτες. Καθώς ἦταν συγκεντρωμένοι οἱ Φαρισαῖοι, τούς ρώτησε ὁ Ἰησοῦς καί τούς ἔλεγε: Τί γνώμη ἔχετε περί τοῦ Χριστοῦ; Τίνος ἀπόγονος εἶναι; Τοῦ λέγουν: Τοῦ Δαυίδ. Τούς λέγει: Τότε, πῶς ὁ Δαυίδ, ἐμπνευσμένος ἀπό τό Πνεῦμα, τόν ἀποκαλεῖ Κύριο, ὅταν λέγει: «Εἶπε ὁ Κύριος στόν Κύριό μου, κάθισε ἐκ δεξιῶν μου μέχρις ὅτου ὑποτάξω τούς ἐχθρούς σου κάτω ἀπό τά πόδια σου»; Ἐφόσον λοιπόν ὁ Δαυίδ τόν ἀποκαλεῖ Κύριο, πῶς εἶναι ἀπόγονος αὐτοῦ; Καί κανείς δέν μποροῦσε νά τοῦ ἀπαντήσει ἕνα λόγο, οὔτε τόλμησε κανείς ἀπό ἐκείνη τήν ἡμέρα νά τόν ρωτήσει, ποτέ πλέον.

Κυριακοδρόμιο Το Ευαγγέλιο 04/02/2024 ΙΕ' ΜΑΤΘΑΙΟΥ Το Ευαγγέλιο Κατά Ματθαίον (κβ' 35-46)