26/08/2023 ΙΒ' ΜΑΤΘΑΙΟΥ Το Ευαγγέλιο Κατά Ματθαίον (ιθ΄ 16-26)

Τῷ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ Ιησοῦ γονυπετῶν καί εἶπεν αὐτῷ· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; Ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; Ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκολώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι;
Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἐπλησίασε τον Ιησοῦ ένας νέος καί τοῦ εἶπε, «Διδάσκαλε ἀγαθέ, τὶ καλὸ πρέπει νὰ κάνω διὰ νὰ ἔχω αἰώνιον ζωήν;» Αὐτὸς δὲ τοῦ εἶπε, «Γιατὶ μὲ λὲς ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀγαθὸς παρὰ ἕνας, ὁ Θεός. Ἐὰν θέλῃς νὰ μπῇς εἰς τὴν ζωήν, φύλαγε τὰς ἐντολάς». Λέγει εἰς αὐτόν, «Ποιές;» Ὁ δὲ Ἰησοῦς ἀπήντησε, «Τὸ Να μὴν φονεύσῃς, Νὰ μὴν μοιχεύσῃς, Νὰ μὴν κλέψῃς, Νὰ μὴν ψευδομαρτυρήσῃς, Νὰ τιμᾷς τὸν πατέρα καὶ τὴν μητέρα, καί, Νὰ ἀγαπᾷς τὸν πλησίον σου ὅπως τὸν ἑαυτόν σου».
Λέγει εἰς αὐτὸν ὁ νέος, «Ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τὴ νεότητά μου. Εἰς τὶ ἀκόμη ὑστερῶ;» Τότε τοῦ εἶπε ὁ Ἰησοῦς, «Ἐὰν θέλῃς νὰ εἶσαι τέλειος, πήγαινε καὶ πούλησε ὅσα ἔχεις καὶ μοίρασέ τα εἰς τοὺς πτωχούς, καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανοὺς καὶ ἔλα ἀκολούθει με».
Ὅταν ὁ νέος ἄκουσε τὰ λόγια αὐτά, ἔφυγε λυπημένος διότι εἶχε πολλὰ κτήματα. Ὁ Ἰησοῦς εἶπε τότε εἰς τοὺς μαθητάς του, «Ἀλήθεια σᾶς λέγω, ὅτι δύσκολα πλούσιος ἄνθρωπος θὰ μπῇ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν σᾶς λέγω, ὅτι εἶναι εὐκολώτερον νὰ περάσῃ μία καμήλα ἀπὸ τὴν τρύπα μιᾶς βελόνας παρὰ πλούσιος νὰ μπῇ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
Ὄταν τὸ ἄκουσαν οἱ μαθηταί, ἐδοκίμασαν μεγάλην ἔκλπηξιν καὶ ἔλεγαν, «Ποιὸς λοιπὸν εἶναι δυνατὸν νὰ σωθῇ;»
Ὁ Ἰησοῦς ἀφοῦ τοὺς ἐκύτταξε κατὰ πρόσωπον, τοὺς εἶπε, «Εἰς τοὺς ἀνθρώπους τοῦτο εἶναι ἀδύνατον, ἀλλὰ εἰς τὸν Θεὸν ὅλα εἶναι δυνατά».
Κυριακοδρόμιο Το Ευαγγέλιο 26/08/2023 ΙΒ' ΜΑΤΘΑΙΟΥ Το Ευαγγέλιο Κατά Ματθαίον (ιθ΄ 16-26)