Map2

LOGO IAA

logo footer

ecclesia

06/08/2017 Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ Το Ευαγγέλιο Κατά Ματθαίον (ιζ΄ 1-9)

Ἐν ταῖς ἡμέραις ἐκείναις, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες.
Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ.
Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον.
Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Απόδοση στη νεοελληνική:

Κατά τις ἡμέρες ἐκείνες, παίρνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, τὸν ἀδελφόν του, καὶ τοὺς ἀνεβάζει σὲ ἕνα ψηλὸ βουνὸ ἰδιαιτέρως. Καὶ μεταμορφώθηκε μπροστά τους καὶ ἔλαμψε τὸ πρόσωπόν του ὅπως ὁ ἥλιος, τὰ δὲ ἐνδύματά του ἔγιναν ἄσπρα σὰν τὸ φῶς.
Καὶ ἐμφανίσθηκαν εἰς αὐτοὺς ὁ Μωϋσὴς καὶ ὁ Ἠλίας, οἱ ὁποίοι συνωμιλοῦσαν μαζί του.
Τότε ελαβε τὸν λόγον ὁ Πέτρος καὶ εἶπε εἰς τὸν Ἰησοῦν, «Κύριε, καλὸν εἶναι νὰ μείνωμε ἐδῶ. Ἐὰν θέλεις, ἂς κάνωμεν ἐδῶ τρεῖς σκηνές, μίαν γιὰ σένα, μίαν διὰ τὸν Μωϋσὴν καὶ μίαν διὰ τὸν Ἠλίαν».
Ἐνῷ αὐτὸς ἀκόμη ἐμιλοῦσε, ἕνα σύννεφο φωτεινὸ τοὺς ἐσκίασε καὶ μία φωνὴ ἀπὸ τὸ σύννεφο ἔλεγε, «Αὐτὸς εἶναι ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς τὸν ὁποῖον εὐαρεστοῦμαι. Αὐτὸν νὰ ἀκοῦτε». Καὶ ὅταν ἄκουσαν οἱ μαθηταί, ἔπεσαν μὲ τὸ πρόσωπόν τους εἰς τὴν γῆν καὶ ἐφοβήθηκαν πολύ. Καὶ ὁ Ἰησοῦς ἀφοῦ τοὺς ἐπλησίασε, τοὺς ἄγγιξε καὶ εἶπε, «Σηκωθεῖτε καὶ μὴ φοβᾶσθε». Ὅταν δὲ ἐσήκωσαν τὰ μάτια τους δὲν εἶδαν κανένα παρὰ μόνον τὸν Ἰησοῦν.
Καὶ ἐνῷ κατέβαιναν ἀπὸ τὸ βουνό, ὁ Ἰησοῦς τοὺς διέταξε, «Μὴν πῆτε σὲ κανένα τὸ ὅραμα, ἕως ὅτου ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀναστηθῇ ἐκ τῶν νεκρῶν».

Κυριακοδρόμιο Το Ευαγγέλιο της Κυριακής 06/08/2017 Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ Το Ευαγγέλιο Κατά Ματθαίον (ιζ΄ 1-9)