26/09/2021 Μετάστασις Αγίου Ιωάννου Θεολόγου Ο Απόστολος Α' επιστολή Ιωάννου (δ' 12-19)

Ἀδελφοί, Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν.  ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.  Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.  ὃς ἂν ὁμολογήσῃ ὅτι ᾿Ιησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν.῾Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. ᾿Εν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. ῾Ημεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.

Απόδοση στη νεοελληνική:

Ἀδελφοί, τὸν Θεὸν δὲν τὸν ἔχει ἰδῆ κανεὶς ποτέ. Ἐὰν ἀγαπᾶμε ὁ ἕνας τὸν ἄλλον, ὁ Θεὸς μένει μέσα μας καὶ ἡ ἀγάπη του ἔγινε τελεία μέσα μας. Μὲ τοῦτο ξέρομεν ὅτι μένομεν ἐν αὐτῷ καὶ αὐτὸς ἐν ἡμῖν, διότι  μᾶς ἔδωκε ἀπὸ τὸ Πνεῦμά του. Καὶ ἐμεῖς ἔχομεν ἰδῆ καὶ μαρτυροῦμεν ὅτι ὁ Πατέρας ἔστειλε τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου. Ὅποιος ὁμολογήσῃ ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς μένει ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ Θεῷ. Ἐμεῖς ἐγνωρίσαμε καὶ ἐπιστέψαμε εἰς τὴν ἀγάπην ποὺ ἔχει ὁ Θεὸς γιὰ μᾶς. Ὁ Θεὸς εἶναι ἀγάπη καὶ ὅποιος μένει εἰς τὴν ἀγάπη μένει ἐν τῷ Θεῷ καὶ ὁ Θεὸς μένει ἐν αὐτῷ. Διὰ τὸν σκοπὸν αὐτὸν ἔχει γίνει σ’ ἐμᾶς τελεία ἡ ἀγάπη: διὰ νὰ ἔχωμεν θάρρος κατὰ τὴν ἡμέραν τῆς κρίσεως, διότι καθὼς εἶναι ἐκεῖνος εἰς τὸν κόσμον τοῦτον, εἴμεθα καὶ ἐμεῖς. Φόβος δὲν ὑπάρχει εἰς τὴν ἀγάπην, ἀλλ’ ἡ τελεία ἀγάπη διώχνει τὸν φόβον, διότι ὁ φόβος περιέχει τιμωρίαν, καὶ ἐκεῖνος ποὺ φοβᾶται δὲν εἶναι τέλειος εἰς τὴν ἀγάπην. Ἐμεῖς τὸν ἀγαπᾶμε, διότι αὐτὸς πρῶτος μᾶς ἀγάπησε.

Κυριακοδρόμιο Ο Απόστολος 26/09/2021 Μετάστασις Αγίου Ιωάννου Θεολόγου Ο Απόστολος Α' επιστολή Ιωάννου (δ' 12-19)