Map2

LOGO IAA

logo footer

ecclesia

03/02/2019 ΙΣΤ' ΜΑΤΘΑΙΟΥ (Ταλάντων) Το Ευαγγέλιο Κατά Ματθαίον (κε' 14-30)

Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην· «Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε· ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο. ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ᾽ αὐτῶν. καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.  καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων».

Απόδοση στη νεοελληνική: 

Εἶπεν ὁ Κύριος τὴν ἑξῆς παραβολή: «Ὅπως ἕνας ἄνθρωπος, ποὺ θὰ ἐπήγαινε ταξίδι, ἐκάλεσε τοὺς δούλους του καὶ τοὺς παρέδωκε ὅλα τὰ ὑπάρχοντά του.  Σὲ ἕνα ἔδωκε πέντε τάλαντα, σὲ ἄλλον δύο, σὲ ἄλλον ἕνα, στὸν καθένα κατὰ τὴν ἱκανότητά του, καὶ ἔφυγε ἀμέσως για ταξίδι. Ἐκεῖνος ποὺ ἐπῆρε τὰ πέντε τάλαντα, τὰ ἐμπορεύθηκε καὶ ἐκέρδισε ἄλλα πέντε. Ἐπίσης ἐκεῖνος ποὺ ἐπῆρε τὰ δύο, ἐκέρδισε ἄλλα δύο. Ἐκεῖνος ὅμως ποὺ ἐπῆρε τὸ ἕνα, ἐπῆγε καὶ ἔσκαψε εἰς τὴν γῆν καὶ ἔκρυψε τὸ χρῆμα τοῦ κυρίου του. Ὕστερα ἀπὸ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ τοὺς ζητεῖ λογαριασμόν. Ἐκεῖνος ποὺ εἶχε πάρει τὰ πέντε τάλαντα, προσῆλθε καὶ ἔφερε ἄλλα πέντε τάλαντα καὶ εἶπε, «Κύριε, μοῦ παρέδωκες πέντε τάλαντα· κύτταξε, ἐκέρδισα ἄλλα πέντε τάλαντα». Ὁ κύριός του τοῦ εἶπε, «Εὖγε, δοῦλε καλὲ καὶ πιστέ. Εἰς ὀλίγα ἐφάνηκες πιστός, , εἰς πολλὰ θὰ σὲ ἐγκαταστήσω. Ἔμπα εἰς τὴν χαρὰν τοῦ κυρίου σου». Ἦλθε καὶ ἐκεῖνος ποὺ εἶχε πάρει τὰ δύο τάλαντα, καὶ εἶπε, «Κύριε, δύο τάλαντα μοῦ παρέδωκες· κύτταξε, ἐκέρδισα ἄλλα δύο τάλαντα». Ὁ κύριός του τοῦ εἶπε, «Εὖγε, δοῦλε καλὲ καὶ πιστέ. Εἰς ὀλίγα ἐφάνηκες πιστός, εἰς πολλὰ θὰ σὲ ἐγκαταστήσω» Ἔμπα εἰς τὴν χαρὰν τοῦ κυρίου σου». Ἦλθε καὶ ἐκεῖνος ποὺ εἶχε πάρει τὸ ἕνα τάλαντον, καὶ εἶπε, «Κύριε, σὲ ἤξερα ὅτι εἶσαι ἕνας σκληρὸς ἄνθρωπος, θερίζεις ἐκεῖ, ὅπου δὲν ἔσπειρες καὶ μαζεύεις ἐκεῖ, ὅπου δὲν ἐσκόρπισες, καὶ ἐπειδὴ ἐφοβήθηκα, ἐπῆγα καὶ ἔκρυψα τὸ τάλαντόν σου εἰς τὴν γῆν, ἰδὲς ἔχεις ὅ,τι εἶναι δικό σου». Ὁ κύριος του τοῦ ἀπεκρίθη, «Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ἤξερες πὼς θερίζω ἐκεῖ, ὅπου δὲν ἔσπειρα καὶ μαζεύω ἐκεῖ, ὅπου δὲν ἐσκόρπισα. Ἔπρεπε λοιπὸν νὰ βάλῃς τὰ χρήματά μου εἰς τοὺς τραπεζίτας καὶ ἐγώ, ὅταν ἐπέστρεφα, θὰ τὰ ἔπαιρνα πίσω μὲ τόκον. Πάρτε ἀπὸ αὐτὸν τὸ τάλαντον καὶ δῶστε το εἰς ἐκεῖνον, ποὺ ἔχει τὰ δέκα τάλαντα, διότι στὸν καθένα ποὺ ἔχει, θὰ δοθοῦν καὶ ἄλλα καὶ θὰ περισσέψουν· ἀπὸ ἐκεῖνον ὅμως ποὺ δὲν ἔχει, θὰ τοῦ ἀφαιρεθῇ καὶ αὐτὸ ποὺ ἔχει. Καὶ τὸν ἄθλιον δοῦλον ρίξτε ἔξω εἰς τὸ σκοτάδι, ἐκεῖ θὰ εἶναι τὸ κλάμα καὶ τὸ τρίξιμο τῶν δοντιῶν».

Κυριακοδρόμιο Το Ευαγγέλιο 03/02/2019 ΙΣΤ' ΜΑΤΘΑΙΟΥ (Ταλάντων) Το Ευαγγέλιο Κατά Ματθαίον (κε' 14-30)